Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.319 Joseph. AJ 7.323 (English) >>Joseph. AJ 7.327

7.321

Τῶν δὲ προφητῶν δηλωσάντων τῷ Δαυίδῃ, ὅτι διʼ ὀργῆς ἐστιν θεὸς αὐτῷ, ἱκετεύειν ἤρξατο καὶ παρακαλεῖν εὐμενῆ γενέσθαι καὶ συγγινώσκειν ἡμαρτηκότι. Γάδον δὲ τὸν προφήτην ἔπεμψεν θεὸς πρὸς αὐτὸν τρεῖς αἱρέσεις κομίζοντα, ὅπως ἐκλέξηται τούτων ἣν ἂν δοκιμάσῃ· πότερον θέλει λιμὸν γενέσθαι κατὰ τὴν χώραν ἐπὶ ἔτη ἑπτά, τρεῖς μῆνας πολεμήσας ὑπὸ τῶν ἐχθρῶν ἡττηθῆναι, λοιμὸν ἐνσκῆψαι καὶ νόσον ἐπὶ τρεῖς ἡμέρας τοῖς Ἑβραίοις. 7.322 δʼ εἰς ἀμήχανον ἐκλογὴν μεγάλων κακῶν ἐμπεσὼν ἐλυπεῖτο καὶ σφόδρʼ ἦν συγκεχυμένος. τοῦ δὲ προφήτου τοῦτο δεῖν ἐξ ἀνάγκης γενέσθαι φήσαντος καὶ κελεύοντος ἀποκρίνασθαι ταχέως, ἵνα ἀναγγείλῃ τὴν αἵρεσιν αὐτοῦ τῷ θεῷ, λογισάμενος βασιλεύς, ὡς εἰ λιμὸν αἰτήσει, δόξει τοῦτο πεποιηκέναι τοῖς ἄλλοις αὐτῷ μὲν ἀφόβως, ὅτι πολὺν αὐτὸς ἐγκεκλεισμένον ἔχοι σῖτον, ἐκείνοις δὲ βλαβερῶς· 7.323κἂν γένηται τοὺς τρεῖς μῆνας νικωμένους αὐτούς, ὅτι τοὺς ἀνδρειοτάτους ἔχων περὶ αὑτὸν καὶ φρούρια καὶ διὰ τοῦτο μηδὲν φοβούμενος εἵλετο τὸν πόλεμον, ᾐτήσατο πάθος κοινὸν καὶ βασιλεῦσι καὶ τοῖς ἀρχομένοις, ἐν τὸ δέος ἶσον ἁπάντων γίνεται, προσειπὼν ὅτι πολὺ κρεῖττον εἰς τὰς τοῦ θεοῦ χεῖρας ἐμπεσεῖν τὰς τῶν πολεμίων. 7.324

Ταῦτʼ ἀκούσας προφήτης ἀπήγγειλε τῷ θεῷ· δὲ τὸν λοιμὸν καὶ τὴν φθορὰν ἔπεμψε τοῖς Ἑβραίοις. ἀπέθνησκον δʼ οὐ μονοτρόπως οὐδʼ ὥστε ῥᾴδιον κατανοῆσαι γενέσθαι τὴν νόσον, ἀλλὰ τὸ μὲν κακὸν ἓν ἦν, μυρίαις δʼ αὐτοὺς αἰτίαις καὶ προφάσεσιν οὐδʼ ἐπινοῆσαι δυναμένους ἀνήρπαζεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.319 Joseph. AJ 7.323 (English) >>Joseph. AJ 7.327

Powered by PhiloLogic